Πρὸς ἡμῶν
κάππεσεv, κάτθανε, ἡμεῖς καὶ καταθάψομεν
οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων.
ÆSCH. Agam. 1552-1554.
῏Ω τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ
Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν᾽ ἔξεστί σοι
παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθ᾽ ἀεί.
Τὸ γὰρ παλαιὸν ῎Αργος ὁὺπόθεις τόδε,
τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·
αὕτη δ᾽, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ
᾽Αγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δ᾽ ὅδε
Ἥρας ὁ κλεινὸς ναός· οἷ δ᾽ ἱκάνομεν,
ϕάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν·
πολύϕθορόν τε δῶμα Πελοπιδῶν τόδε,
SOPHOCLES, Electra, 1-10.